Ancient Greek
Column 112
Chrysippus, Stoic text (Chrysippus?) 112
Not analysed yet
ὅτι τὴν ἀπροπτωσία ν τιμῶμε ν καὶ τὴν ἀν ε ικαιότητα, πρὸς δὲ τὰς ἐναντίας διαβεβλήμεθα ὀρθῶς. ἐστὶ δ' ἡ μὲν ἀπροπτωσία διάθεσις ἀσυνκατάθετος πρὸ καταλήψεως, συνκαταθετικὴ ν δὲ κατ' ἄνειρξειν φαντασίαι καταλήπτωι ἰσχυούσαι ἐν φαντασίαις καὶ ἄνεικτον παρεχομένη ταῖς μὴ καταληπτικαῖς· δεῖ γὰρ τὸν ἀπρόπτωτον ἀνέλκυστόν τε εἶναι ὑπὸ φαντασίας ἀκαταλήπτου καὶ ἰσχύειν ἐν ταῖς φαντασίαις, ὥστε μὴ ἕλκεσθαι ἀπὸ φαντασιῶν ἀκαταλήπτων καὶ κρατεῖν τῶν συνκαταθέσεων, ὥστε μὴ ἕλκεσθαι ἢ μὴ ἀκ ολουθε ῖν φαντασίαις μὴ κατα ληπ τικαῖς