Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_CHRYSIPPUS
CHRYSIPPUS, Fragmentum 1
Not analysed yet
Παπίριος Τόλουκερ, γήμας Ἰουλίας Πούλχραν, ἔσχεν ἓξ θυγατέρας, καὶ τοὺς ἴσους ἄρρενας. Τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμάνος, τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας, ἔγκυον ἐποίησε. Μαθὼν δὲ ὁ πατὴρ, τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμάνος ἔπραξεν· ὡς Χρύσιππος ἐν τῷ πρώτῳ Ἰταλικῶν.