Ancient Greek
Dfhg-Source dfhg2_CINEAS_THESSALUS
CINEAS THESSALUS, Fragmenta 2
Not analysed yet
ἔλπομαι δ ̓ Εφυραίων] Δῆλον . . . ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ, οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας. Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. Οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. Μαρτυρεῖ δὲ τούτῳ Κινέας. Φησὶ γὰρ ἄρχεσθαι αὐτὴν ὑπὸ τῷ Κρανῶνι, καὶ [αὐτὸν] ἐλθεῖν εἰς τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ· εἶτα ἐκεῖ καταστρέψαντος τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἐφύραν καλουμένην πόλιν εἰς τιμὴν τοῦ τεθνηκότος Κρανῶνα μετωνόμασαν.