Ancient Greek
Dfhg-Source dfhg2_CINEAS_THESSALUS
CINEAS THESSALUS, Fragmenta 4
Not analysed yet
Τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ [Βωδω]ναῖον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο. Καὶ Σουίδας δέ φησι Φηγοναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. Ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται. Κινέας δὲ φησι, πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ Φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος. . . ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Δοὸς καὶ Εὐρώπης.