Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, ιβ΄. Περὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων ζῳδίων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-12
Not analysed yet
Τούτων δὲ οὕτως προεκτεθέντων ἀκόλουθον ἂν εἴη συνάψαι καὶ τὰς αὐτῶν τῶν τοῦ ζῳδιακοῦ δωδεκατημορίων παραδεδομένας φυσικὰς ἰδιοτροπίας. αἱ μὲν γὰρ ὁλοσχερέστεραι καθ’ ἕκαστον αὐτῶν κράσεις ἀνάλογον ἔχουσι ταῖς κατ’ αὐτὰ γινομέναις ὥραις. συνίστανται δέ τινες αὐτῶν ἰδιότητες καὶ ἀπὸ τῆς πρός τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας οἰκειώσεως, ἃς ἐν τοῖς ἐφξῆς διελευσόμεθα, προτάξαντες τὰς κατὰ τὸ ἀμιγὲς αὐτῶν μόνων τῶν δωδεκατημορίων καθ’ ἑαυτά τε καὶ πρὸς ἄλληλα θεωρουμένας δυνάμεις.