Ancient Greek
1 to 2
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-15-2
Not analysed yet
Ὡσαύτως δὲ προστάσσοντα καὶ ὑπακούοντα λέγεται τμήματα τὰ κατ’ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ ἢ καὶ ὁποτέρου τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα, διὰ τὸ ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαί τε καὶ καταφέρεσθαι καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων. τούτων δὲ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάσσοντα καλεῖταί, τὰ δὲ ἐν τῷ χειμερινῷ ὑπακούοντα, διὰ τὸ κατ’ ἐκείνων μὲν γινόμενον τὸν ἥλιον μείζονα ποιεῖν τῆς νυκτὸς τὴν ἡμέραν, κατὰ τούτων δὲ ἐλάττονα.