Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, ιζ΄. Περὶ τῶν ἀσυνδέτων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-17
Not analysed yet
Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένοι καλεῖται τμήματα, ὅσα μηδένα λόγον ἁπλῶς ἔχει πρὸς ἄλληλα τῶν προκατειλεγμένων οἰκειώσεων. ταῦτα δέ ἐστιν ἃ μήτε τῶν προστασσόντων ἢ ὑπακουόντων τυγχάνει μήτε τῶν βλεπόντων ἢ ἰσοδυναμούντων, ἔτι τε καὶ τῶν ἐκκειμένων τεσσάρων συσχηματισμῶν τοῦ τε διαμέτρου καὶ τοῦ τριγώνου καὶ τοῦ τετραγώνου καὶ τοῦ ἑξαγώνου κατὰ τὸ παντελὲς ἀμέτοχα καταλαμβανόμενα καὶ ἤτοι δι’ ἑνὸς ἢ διὰ πέντε γινόμενα δωδεκατημορίων,