Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, κγ΄. Περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-23
Not analysed yet
Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἷεν τοσαῦται. λέγονται δὲ καὶ ἰδοπροσωπεῖν μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ σελήνην σχηματισμόν, ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους, οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιήσῃ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις.