Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, γ΄. Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ πρὸς τοὺς ἀστέρας συνοικειώσεως.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-27
Not analysed yet
Ἥδη δέ τινες καὶ ἐν ἑκάστοις τούτων τῶν ὅλων μερῶν <μορίοις> ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπίπαν κατειλεγμένοις θερμοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἱδιάξουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ διὰ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν, ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινὸν καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάσσης ἐγγύτητα καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν,