Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, ς'. Περὶ τῆς τῶν διατιθεμένων χωρῶν ἐπισκέψεως.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-30
Not analysed yet
Τοῦ μὲν οὗν πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα τοιαύτην. κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς συζυγίας ἡλίου καὶ σελήνης καὶ μάλιστα τὰς εὐαισθητοτέρας ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζῳδιακοῦ τόπον καὶ τὰς τῷ κατ’ αὐτὸν τριγώνῳ συνοικειουμένας χώρας καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ τὴν κτίσιν ὡροσκοπίας καὶ φωσφορίας ἢ ἐκ τῆς τῶν τότε ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς τὸ τὴς ἐκλείψεως δωδεκατημόριον.