Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, η΄. Περὶ τοῦ γένους τῶν διατιθεμένων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-32
Not analysed yet
Τρίτου δὲ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ’ ὃ δεῖ διαλαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως, καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτείαν λαβόντες τῶν ἀστέρων τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως.