Ancient Greek
1 to 5
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-33-5
Not analysed yet
Τέταρτον δέ ἐστι κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι πότερον ἀγαθῶν ἢ τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποταπὸν ἐφ’ ἑκατέρου κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπό τε τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους, καθ’ ὧν ἂν ὦσι τετυχηκότες. ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γινόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτείας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων ἰσχύος ἢ ἀδρανίας. ἡ δὲ τῶν τὴν κυρείαν λαβόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων δείκνυσι ποιότητα. ἀρξόμεθα δὲ τῆς καθ’ ἕνα ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἱδιοτροπίας, ἐκεῖνο κοινῶς προεκθέμενοι, ὅτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν, ὅταν καθόλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων, τὴν κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον, ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ ᾖ καταστάσει ἐάν τε καὶ τῶν ἀπλανῶν τις ἢ τῶν τοῦ ζῳδιακοῦ τόπων κατὰ τὴν οἰκείαν αὐτοῦ κρᾶσιν θεωρῆται, καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον αἱ προσηγορίαι, καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ μόνον τὴν πρὸς ἀλλήλους τῶν πλανωμένων μίξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους τοῦ ζῳ- διακοῦ κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλα- νήτας συνοικειώσεις. ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν φθορᾶς τῆς κατὰ ψῦξίν ἐστιν ἰδίως ἰδίως δέ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς ἐπισημασίας φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ προβεβηκότων ἐμποιεῖ·