Ancient Greek
1 to 2
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-40-2
Not analysed yet
Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξεων φύσει μὲν μὲν κατ’ αὐτὴν τὴν σποράν, δυνάμει δὲ καὶ κατὰ τὸ συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτροπῆς, ἐπὶ μὲν τῶν ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι συμπτωματικῶς ἢ καὶ παρατηρητικῶς, ἐκείνῳ μᾶλλον προσήκει πρός τε τὰ τοῦ σώματος καὶ τὰ τῆς ψυχῆς ἰδιώματα κατακολουθεῖν, τὸ ποιητικὸν τοῦ, κατ’ αὐτὸν τῶν ἀστέρων σχηματισμοῦ διασκεπτομένους· ἅπαξ γὰρ ἐν ἀρχῇ τὸ σπέρμα ποιόν πως γενόμενον ἐκ τῆς τοῦ περιέχοντος διαδόσεως, κἂν διάφορον τοῦτο γίνηται τοὺς ἐφεξῆς τῆς σωματοποιήσεως χρόνους, αὐτὸ τὴν οἱκείαν μόνην ὕλην φυσικῶς προσεπισυγκρίνον ἑαυτῷ κατὰ τὴν αὔξησιν ἔτι μᾶλλον ἐξομοιοῦται τῇ τῆς πρώτης ποιότητος ἰδιοτροπίᾳ·