Ancient Greek
BIBAION Γ΄, δ’. Διαίρεσις γενεθλιαλογίας.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-42
Not analysed yet
Τούτων δὴ προεκτεθειμένων εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκεν διαιροίη τὸ καθόλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ’ αὐτὴν τὴν γένεσιν οὐκέθ’ οὕτως μίαν οὖσαν οὐδὲ ἁπλῆν, τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν πολυμερεστέραν καὶ ταύτην θεω- ρουμένην.