Ancient Greek
ΒΙΒΛΙΟΝ Δ', θ’. Περὶ θανάτου ποιότητος.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 10-14
Not analysed yet
ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας ἢ διαμηκίσας έν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἢ ἀγχόναις ἢ στραγγαλιαῖς ἀπολλυμένους, ὁμοίως δέ, κἂν δύνῃ τῆς σελήνης ἐπιφερομένης, ἐν δὲ τοῖς θηριώδεσι τόποις ἢ ζῳδίοις ὑπὸ θηρίων διαφθειρομένους, κἂν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἢ ἐπισήμοις ἡμέραις θηριομαχοῦντας, ἀνθωροσκοπήσας -δὲ ὁποτέρῳ τῶν φώτων ἐν εἱρκταῖς ἀπολλυμένους, τῷ δὲ τοῦ Ἑρμοῦ συσχηματισθείς, καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὅφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακετῶν ἰοβόλων ἀποθνησκοντας,