Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, θ’. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 11-3
Not analysed yet
Τῶν δὲ κατὰ τὸν Αἰγόκερων ἀστέρων οἱ μὲν τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ στόματι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τοῖς ποσὶ καὶ τῇ κοιλίᾳ τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός.