Ancient Greek
BIBAION Γ΄, ε΄. Περὶ γονέων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 11-8
Not analysed yet
τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων μεμνῆσθαι προσήκει καταστοχαζομένους, ἐὰν μὴ μονοειδεῖς ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ τυγχάνωσιν οἱ τὰς κυρίας τῶν ἐπιζητουμένων τόπων εἰληφότες ἀστέρες, τίνες ἐκ τῶν περὶ ἕκαστον συμβεβηκότων πρὸς δύναμιν πλεονεκτημάτων πλείους ἔχοντες εὑρίσκονται ψήφους πρὸς τὴν ἐπικράτησιν τῶν ἀποτελεσθησομένων, ἵνα ἢ ταῖς τούτων φύσεσιν ἀκόλουθον ποιώμεθα τὴν ἐπίσκεψιν ἢ τῶν ψήφων ἰσορρόπων οὐσῶν, ὅταν μὲν ἅμα ὦσιν οἱ ἐπικρατοῦντες, τὸ ἐκ τῆς κράσεως τῶν διαφόρων φύσεων συναγόμενον εὐστόχως ἐπιλογιζώμεθα, ὅταν δὲ διεστηκότες, ἀνὰ μέρος ἕκαστος, κατὰ τοὺς ἰδίους καιροὺς τὰ οἰκεῖα τῶν συμπτωμάτων ἀπομερίζωμεν, προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις δὲ τοῖς ἑσπερίοις.