Ancient Greek
BIBAION Γ΄, ιγ΄. Περὶ σινῶν καὶ παθῶν σωματικῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 13-8
Not analysed yet
πάλιν ἐὰν ἤτοι τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται ἅμα ἢ κατὰ διάμετρον, ἢ ἐὰν τοῖς φωσὶν οἱ κακοποιοὶ καὶ μάλιστα τῆς σελήνης ἐπὶ συνδέσμων ἢ ἐπὶ καμπίων οὔσης ἢ ἐπὶ τῶν ἐπαιτίων ζῳδίων, οἷον Κριοῦ, Ταύρου, Καρκίνου, Σκορπίου, Αἰγοκέρωτος, γίνονται λωβήσεις τοῦ σώματος κυρτώσεων ἢ κυλλώσεων ἢ χωλώσεων ἢ παραλύσεων, ἐὰν μὲν σὺν τοῖς φωσὶν ὦσιν οἱ κακοποιοί, ἀπὸ τῆς γενήσεως αὐτῆς, ἐὰν δὲ ἐν τοῖς μεσουρανήμασι καθυπερτεροῦντες τὰ φῶτα ἢ διαμηκίζοντες ἀλλήλους ὦσιν, ἀπὸ κινδύνων μεγάλων ὡς τῶν ἀποκρημνισμῶν ἢ συμπτώσεων ἢ λῃστηρίων ἢ τετραπόδων, Ἄρεως μὲν γὰρ ἐπικρατοῦντος τῶν διὰ πυρὸς ἢ τραυμάτων ἢ ὀχλικῶν ἢ λῃστηρίων, Κρόνου δὲ τῶν διὰ συμπτώσεων ἢ ναυαγίων ἢ σπασμῶν.