Ancient Greek
15 to 16
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 15-3-16
Not analysed yet
καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται καὶ τῷ τοῦ Ἄρεως, ὅθεν ὡς ἐπίπαν οἱ ἐν αὐταῖς ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν· Ἰταλία δὲ καὶ Ἀπουλία καὶ Σικελία καὶ Γαλλία τῷ Λέοντι καὶ τῷ ἡλίῳ, διόπερ ἡγεμονικοὶ μᾶλλον οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινωνικοί· Τυρρηνία δὲ καὶ Κελτικὴ καὶ Σπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός, ὅθεν τὸ φιλελεύθερον αὐτοῖς καὶ ἁπλοῦν καὶ φιλοκάθαρον.