Ancient Greek
BIBAION Γ΄, ιδ΄. Περὶ ποιότητος ψυχῆς.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 17-5
Not analysed yet
ἀγανακτητάς τε καὶ πρὸς τὰς τῶν γυναικῶν ὑποψίας ζηλοτύπους, ἐπὶ δὲ τῶν ἐναντίων λάγνους, ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ ἀκατάρτους, πρὸς τὰς συνουσίας ἀνάγνους, ἐπιβουλευτικοὺς θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σαθρούς, παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς, κακολόγους, μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθεμίτους, πρὸς τὰς συνελεύσεις διατιθέντας καὶ διατιθεμένους οὐ μόνον πρὸς τὰ κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ φύσιν, πρεσβυτέρων καὶ ἀτίμων καὶ παρανόμων καὶ θηριωδῶν μίξεων ἐπιθυμητάς, ἀσεβεῖς, θεῶν καταφρονητικούς, μυστηρίων καὶ ἱερῶν διασυρτικούς, πάμπαν ἀπίστους, διαβολικούς, φαρμακούς, παντοποιούς·