Ancient Greek
BIBAION Γ΄, ια΄. Περὶ χρόνων ζωῆς.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 18-4
Not analysed yet
τοῦ δὲ τροηγουμένου τόπου μηκέτι ὄντος ἐν τοῖς τρισὶ τούτοις ὅροις ἀλλ’ ἐν ταῖς μεταξὺ διαστάσεσιν, οὐκέτι οἱ τῶν προκειμέ- νων ἀναφορῶν ἢ καταφορῶν μεσουρανήσεων χρόνοι τοὺς ἑπομένους τόπους οἴσουσιν ἐπὶ τοὺς αὐτοὺς τοῖς προηγουμένοις ἀλλὰ διάφοροι. ὅμοιος μὲν γὰρ καὶ ὁ αὐτὸς τόπος ἐστὶν ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν· τοῦτο δὲ ἔγγιστα συμβέβηκε τοῖς ἐφ’ ἑνὸς κειμένοις ἡμικυκλίου τῶν γραφομένων τῶν τομῶν τοῦ τε μεσεμβρινοῦ καὶ τοῦ ὁρίζοντος, ὧν ἕκαστος κατὰ τὴν αὐτὴν θέσιν τὴν ἴσην ἔγγιστα καιρκὴν ποιεῖ.