Ancient Greek
BIBAION Γ΄, ιγ΄. Περὶ σινῶν καὶ παθῶν σωματικῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 18-5
Not analysed yet
καὶ παρὰ τὰς τῶν ζῳδίων δὲ ἐναλλαγὰς τῶν τοὺς προειρημένους ἐπὶ τῶν δύο κέντρων συσχηματισμοὺς περιεχόντων γίνονταί τινες ποιότητες παθῶν. ἰδίως γὰρ ὁ μὲν Καρκίνος καὶ ὁ Αἰγόκερως καὶ οἱ Ἰχθύες καὶ ὅλως τὰ χερσαῖα καὶ τὰ ἰχθυϊκά ζῴδια τὰ διὰ τῶν νομῶν πάθη ποιεῖ καὶ λειχήνων ἢ λεπίδων ἢ χοιράδων ἢ συρίγγων ἡ ἐλεφαντιάσεων καὶ τῶν τοιούτων, ὁ δὲ Τοξότης καὶ οἱ Δίδυμοι τὰ διὰ πτωματισμῶν ἢ ἐπιλήψεων. καὶ ἐν ταῖς ἐσχάταις δὲ μοίραις παρατυγχάνοντες οἱ ἀστέρες τῶν Λωδεκατημορίων περὶ τὰ ἄκρα μάλιστα τὰ πάθη καὶ τὰ σίνη ποιοῦσι διὰ λωβήσεων ἢ ῥευματισμῶν, ἀφ’ ὧν ἐλεφαντιάσεις τε καὶ ὡς ἐπίπαν χειράγραι καὶ ποδάγραι συμβαίνουσι.