Ancient Greek
19 to 20
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 19-3-20
Not analysed yet
ἰδίως μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τὰ τοιαῦτα ἀποτελεῖ, συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατά τε τοὺς συσχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ τὰς πρὸς ἥλιον φάσεις ἀναλόγως τε καὶ τὴν ἐν τοῖς ἐνεργήμασι σύγκρασιν λαμβάνων μεμιγμένην ἐκ τῶν κεκοινωνηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν ποικίλην οὖσαν ἀπεργάζεται. ἀπείρου δὲ ὄντος καὶ ἀδυνάτου καθ’ ἑκάστην σύγκρασιν τὸ ἴδιον ὑπομνηματίζειν ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθ’ ὁποιονδήποτε τρόπον σχηματισμοὺς διεξελθεῖν οὕτως γε πολυμερῶς νοουμένους, εἰκότως ἂν καταλειφθείη τὸ τοιοῦτον εἶδος τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις ἐπιβολῇ καὶ ἐπινοίᾳ.