Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, ιδ΄. Περὶ τῶν δωδεκατημορίων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-12
Not analysed yet
δι’ ἣν δὲ αἰτίαν αὗται μόναι τῶν διαστάσεων παρελήφθησαν, ἐκ τούτων ἂν μάθοιμεν. τῆς μὲν γὰρ κατὰ διάμετρον αὐτόθεν ἐστὶν ὁ λόγος φανερός, ἐπειδήπερ ἐπὶ μιᾶς εὐθείας ποιεῖται τὰς συναντήσεις. λαμβανομένων δὲ τῶν δύο μεγίστων καὶ διὰ συμφωνίας μορίων τε καὶ ἐπιμορίων, μορίων μὲν πρὸς τὸ τῶν β΄ ὀρθῶν τοῦ τε ἡμίσους καὶ τοῦ τρίτου τὸ μὲν εἰς δύο τὴν τοῦ τετραγώνου πεποίηκε, τὸ δὲ εἰς τριά τὴν τοῦ ἑξαγώνου καὶ τὴν τοῦ τριγώνου·