Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, κβ'. περὶ τόπων καὶ μοιρῶν ἑκάστου.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-17
Not analysed yet
ταῦτα μὲν οὖν πιθανὸν <μόνον> καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα λόγον παρήσομεν· ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν ὅτι καὶ τὰς τῶν δωδεκατημορίων καὶ τὰς τῶν ὁρίων ἀρχὰς ἀπὸ τῶν τροπικῶν καὶ τῶν ἰσημερινῶν σημείων εὐλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τάς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν καὶ οὐκ ἀπ’ ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν·