Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, β΄. Περὶ τῶν καθ’ ὅλα κλίματα ἰδιωμάτων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-21
Not analysed yet
τῆς γὰρ καθ’ ἡμᾶς οἰκουμένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης οἱ μὲν ὑπὸ τοὺς νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἱσημε- ρινοῦ μέχρι τοῦ θερινοῦ τροπικοῦ, κατὰ κορυφὴν λαμβάνοντες τὸν ἥλιον καὶ διακαιόμενοι μέλανές τε τὰ σώματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνεσπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπίπαν ἄγριοι τυγχάνουσι διὰ τὴν ὑπὸ τοῦ καύματος συνέχειαν τῶν οἰκήσεων·