Ancient Greek
BIBAION Γ΄, ια΄. Περὶ χρόνων ζωῆς.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-40
Not analysed yet
θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ’ ἀπολελυμένως, ἀλλ’ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς λαμβανόμενος. ἔστι δ’ ὁ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐκ τῆς αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἢ ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως.