Ancient Greek
2 to 3
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-9-3
Not analysed yet
ὁ δὲ πρὸς μεσημβρίᾳ τόπος αὐτός τέ ἐστι θερμότατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνειν· οἵτε ἀπ’ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν, θερμοί τέ εἰσι καὶ πληρωτικοί. ὁ δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατ’ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς ἡμέρας ἀναποθέντα τότε πρῶτον ἄρχεσθαι ὑγραίνεσθαι· οἵτε ἀπ’ αὐτοῦ φερόμενοι ἄνεμοι, οὓς κοινότερον ζεφύρους καλοῦμεν, νεαροί τέ εἰσι καὶ ὑγραντικοί.