Ancient Greek
26 to 30
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 26-30
Not analysed yet
ἐπειδὴ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, ὁ γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης τοῦ κατὰ τὸν Ταῦρον καὶ Αἰγόκερων τριγώνου, τῆς σελήνης εἰς τὰ ὅρια μὴ παραλαμβανομένης, προσδίδοται μὲν ἑκάστῳ τῶν οὕτως ἐχόντων ἐάν τε ἐν αὐτῷ τῷ ξῳδίῳ, ἐάν τε ἐν τοῖς ἑξῆς μέχρι τεταρτημορίου, μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί. ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τοῖς διπλοῖς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διὸς διὰ τὸ βραδύτερον αὐτῶν τῆς κινήσεως. ἔστι δὲ καὶ ἡ τούτων τῶν ὁρίων ἔκθεσις τοιαύτη. Ὅρια κατὰ Πτολεμαῖον. ΑΒΒREV γίνεται καὶ τούτων ἐκ τῆς ἐπισυνθέσεως Κρόνου μοῖραι νξ΄, Διὸς οθ΄, Ἄρεως ξς’, Ἀφροδίτης πβ΄, Ἑρμοῦ ος΄· μου τξ΄.