Ancient Greek
BIBAION Γ΄, ια΄. Περὶ χρόνων ζωῆς.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 29-2
Not analysed yet
ἐπεὶ δὲ καὶ ἐπὶ πάντων ἡ αὐτὴ σχεδὸν ἀναλογία συντηρεῖται, δυνατὸν ἔσται κατὰ τοῦτον τὸν τρόπον ἁπλούστερον τῇ μεθόδῳ χρῆσθαι. πάλιν γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς μέχρι τῆς ἑπομένης ἀναφοραῖς συγχρησόμεθα, μεσουρανούσης δὲ ταῖς ἐπ’ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς, ὅταν δὲ μεταξὺ τούτων ᾗ, ὡς λόγου ἕνεκεν ἐπὶ τῆς ἐκκειμένης διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα πρῶτον τοῦς ἐπιβάλλοντας χρόνους ἑκατέρῳ τῶν περιεχόντων κέντρων, εὑρήσομεν δέ, ἐπειδὴ μετὰ τὸ μεσουράνημα τὸ ὑπὲρ γῆν ὑπέκειτο ἡ ἀρχὴ τοῦ Κριοῦ μεταξὺ τοῦ μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος, τοὺς ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν Διδύμων, τῶν μὲν συμμεσουρανήσεων νݲηݲ, τῶν δὲ συγκαταδύσεων οݲ, ἔπειτα μαθόντες, ὡς πρόκειται,