Ancient Greek
3 to 6
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 3-10-6
Not analysed yet
εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ, τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα τούτων ἔχουσι διὰ τί έν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου; τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αΐγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι, μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτείας; καὶ ἐπὶ τῆς λοιπῆς δὲ τάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι. δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁρίων οὐδεμίαν ἀκολου- θίαν ἔχουσα φαίνεται. ὅ τε γὰρ καθ’ ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὄν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεικτον ἔχει λόγον· ἐάν τε καὶ τούτῳ τῷ κατὰ συναγωγὴν ἀριθμῷ πιστεύσωμεν ὡς ἄντικρυς ὑπ᾿—Αἰγυπτίων ὡμολογημένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης ὁ αὐτὸς ἀριθμὸς ἂν συναγόμενος ἀγόμενος εὑρεθείη. καὶ ὃ πιθανολογεῖν καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ’ ἕκαστον ἀστέρα σχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψευδές ἐστι.