Ancient Greek
BIBAION Γ΄, ιε΄. Περὶ παθῶν ψυχικῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 3-35
Not analysed yet
ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται, ὅσοι τῆς σελήνης καὶ τοῦ τοῦ Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἢ ἀλλήλοις ἢ τῷ ἀνατολικῷ ὁρί- ζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου ἡμέρας, τὸν δὲ τοῦ Ἄρεως νυκτός, ἔχουσιν ἐπίκεντρον καὶ κατοπτεύ- οντα τὸ προκείμενον σχῆμα, μανιώδεις δέ, ὅταν ἐπὶ, τῶν αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ Ἄρεως ἡμέρας, κεκυριευκὼς τοῦ σχήματος, καὶ μάλιστα ἐν Καρκίνῳ ἤ Παρθένῳ ἢ Ἰχθύσι, δαιμονιόπληκτοι δὲ καὶ ὑγροκέφαλοι, ὅταν οὕτως ἔχοντες oi κακοποιοῦντες ἐπὶ φάσεως οὖσαν κατέχωσι τὴν σελήνην, ὁ μὲν τοῦ Κρόνου συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα δὲ ἐν Τοξότῃ καὶ Ἰχθύσι.