Ancient Greek
ΒΙΒΛΙΟΝ Δ', δ’. Περὶ πράξεως ποιότητος.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 3-38
Not analysed yet
ὁ μὲν γὰρ τοῦ Ἑρμοῦ τὸ πράσσειν παρέχων, ὡς ἄν τις εἴποι τυπωδῶς, ποιεῖ γραμματέας, πραγματευτικούς, λογιστάς, διδασκάλους, ἐμπόρους, τραπεζίτας, μάντεις, ἀστρολόγους, θύτας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ ἑρμηνείας καὶ δόσεως καὶ λήψεως ἐργαζομένους, κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἀλλοτρίων οἰκονόμους ἢ ὀνειροκρίτας ἢ ἐν ἱεροῖς τὰς ἀναστροφὰς ποιουμένους προφάσει μαντειῶν καὶ ἐνθουσιασμῶν, ἐὰν δὲ ὁ τοῦ Διός, νομογράφους, ῥήτορας, σοφιστὰς μετὰ προσώπων μειζόνων ἔχοντας τὰς ἀναστροφὰς.