Ancient Greek
3 to 5
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 3-39-5
Not analysed yet
ἥλιος δὲ καὶ of κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους τόπους ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι, τελείας εἰσὶν ἀτεκνίας δηλωτικοί, ἐπὶ θηλυκῶν δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ ἢ ὀλιγοχρόνια. τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς τὰ τεκνοποιὰ ζῴδια τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν καθ’ ἑκατέραν αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν εὑρίσκωμεν ἤτοι πλείους δυνατωτέρους ἐν τῷ ἀνατολικωτέρους ὑπάρχειν ἐπικεντροτέρους ἢ καθυπερτερεῖν ἢ ἐπαναφέρεσθαι. ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν εἰρημένων ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ἔσονται τέκνων, εἰ δὲ ἐν ἰδίοις ὦσιν τόποις, ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα, ἐὰν δὲ δυτικοὶ καὶ ἐν τοῖς τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ ἀνεπίφαντα.