Ancient Greek
35 to 37
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 35-37
Not analysed yet
καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν τιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ εὐκινητότεροι μᾶλλον καὶ ὑποπόνηροι· τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπειρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι· τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ Ὠξιανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη. τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία Φρυγία Κολχικὴ Συρία Κομμαγηνὴ Καππαδοκία Λυδία Κιλικία Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβικοῦ τεταρτημορίου Καρκίνου Σκορπίου Ἰχθύων καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.