Ancient Greek
BIBAION Γ΄, ε΄. Περὶ γονέων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 4-21
Not analysed yet
ἐὰν δὲ δορυφορῆται μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως, ὡς ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ ἡλίῳ, Κρόνος δὲ τῇ σελήνῃ μήπως καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ κατὰ τὴν αὐτὴν αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ τὸν βίον αὐτῶν ὑπονοητέον. κἂν μὲν σύμφωνος ὁ διασημανθησόμενος τῆς τύχης κλῆρος ἐν τῇ γενέσει τοῖς τὸν ἥλιον τὴν σελήνην ἐπὶ καλῶ δορυφορήσασι, παραλήψονται σῷα τὰ τῶν γονέων, ἐὰν δὲ ἀσύμφωνος ἢ ἐναντίος μηδενὸς ἢ τῶν κακοποιῶν εἰληφότων τὴν δορυφορίαν, ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ τῶν γονέων ἔσται κτῆσις.