Ancient Greek
4 to 5
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 4-23-5
Not analysed yet
ἐὰν δὲ 6 τοῦ Διὸς τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον, ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους ἢ τοὺς καλουμένους ἁρποκρατικοὺς καὶ τοὺς τοιούτους εἴωθε συμβαίνειν, εἰ δὲ καὶ 6 τοῦ Ἑρμοῦ μαρτυρήσῃ, μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς, μόνος δὲ 6 τοῦ Ἑρμοῦ νωδοὺς καὶ κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.