Ancient Greek
ΒΙΒΛΙΟΝ Δ', γ΄. Περὶ τύχης
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 4-30
Not analysed yet
ἐὰν δὲ τὰ μὲν φῶτα μὴ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν ἢ συσχηματίζωνται τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγωγαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον προλήψεις· μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέντροις συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι καθίστανται, τέλεον δὲ ταπεινοὶ καὶ κακοδαίμονες γίνονται ταῖς τύχαις, ὅταν μηδέτερον τῶν φώτων μήτε κεκεντρωμένον μήτ’ ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ μήτε δορυφορῆται ὑπὸ τῶν ἀγαθοποιῶν.