Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, β΄. Ὅτι καταληπτὴ ἡ δι’ ἀστρονομίας γνῶσις καὶ μέχρι τίνος.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 5
Not analysed yet
ἤδη δὲ καὶ οἱ πρὸς ἀλλήλους αὐτῶν συσχηματισμοί, συνερχομένων πως καὶ (??)συγκιρναμένων τῶν διαδόσεων, πλείστας καὶ ποικίλας μεταβολὰς ἀπεργάζονται, κατακρατούσης μὲν τῆς τοῦ ἡλίου δυνάμεως πρὸς τὸ καθόλου τῆς ποιότητος τεταγμένης, συνεργούντων δὲ ἢ ἀποσυνεργούντων κατά τι τῶν λοιπῶν, καὶ τῆς μὲν σελήνης ἐκφανέστερον καὶ συνεχέστερον ὡς ἐν ταῖς συνόδοις καὶ διχοτόμοις καὶ πανσελήνοις, τῶν δὲ ἀστέρων περιοδικώτερον καὶ ἀσημότερον, ὡς ἐν ταῖς φάσεσι καὶ κρύψεσι καὶ προσνεύσεσιν.