Ancient Greek
BIBAION Γ΄, ια΄. Περὶ χρόνων ζωῆς.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 5-20
Not analysed yet
μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους τέσσαρας τόπους, ἥλιον, σελήνην, ὠροσκόπον, κλῆρον τύχης, καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας, κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ ἀπὸ ἡλίου ἐπὶ σελήνην καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ σχηματισμὸν ὁ ἥλιος πρὸς τὸν ὡροσκόπον, τοῦτον ἔχη καὶ ἡ σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ᾗ ὥσπερ σεληνιακὸς ὡροσκόπος.