Ancient Greek
BIBAION Γ΄, ιε΄. Περὶ παθῶν ψυχικῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 5-24
Not analysed yet
ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν αὐτοὶ κεκεντρω- μένοι τῶν ἀγαθοποιῶν δυνόντων ἀνίατά τε ἅμα καὶ πολυθρύλλητα καὶ ἐπιφανέστατα ποιοῦσι τὰ νοσήματα, κατὰ μὲν τὰς ἐπιληψίας συνεχείαις καὶ περιβοησίαις καὶ κινδύνοις θανατικοῖς τοὺς πάσχοντας περικυλίοντες, κατὰ δὲ τὰς μανίας καὶ ἐκστάσεις ἀκατασχεσίαις καὶ ἀπαλλοτριώσεσι τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις καὶ τοῖς τοιούτοις, κατὰ δὲ τὰς δαιμονιοπληξίας ἢ τὰς τῶν ὑγρῶν ὀχλήσεις ἐνθουσιασμοῖς καὶ ἐξαγορείαις καὶ αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν παραδειγματισμῶν.