Ancient Greek
ΒΙΒΛΙΟΝ Δ', ζ΄. Περὶ φίλων καὶ ἐχθρῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 5-28
Not analysed yet
παρατηρητέον δὲ τῶν συσχηματιζομένων τόπων τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρήσεις· ἐφ’ ὧν μὲν γὰρ ἂν γενέσεων ἡ τοῦ σχηματισμοῦ καθυπερτέρησις, —ἢ ἐὰν τὸ αὐτὸ ἢ τὸ ἔγγιστα ἦν ζῴδιον, —ἦ ἐπαναφορά, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ ἐπιστατικώτερον τῆς φιλίας καὶ ἔχθρας προσνεμητέον, ἐφ’ ὧν δὲ ἡ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον.