Ancient Greek
5 to 8
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 5-6-8
Not analysed yet
τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ ὄντα καὶ γόνιμα ὅ τε Τοξότης καὶ οἱ Ἰχθύες κατὰ τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου καὶ ἀγαθοποιοῦ συσχηματισμοῦ· ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν ὅ τε Κριὸς καὶ ὁ Σκορπίος, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμφώνῳ ποιότητι τὴν τοῦ τετραγώνου πρὸς τὰ φῶτα ποιοῦντα διάστασιν. τῷ δὲ τῆς Ἀφροδίτης ἐυκρατοτέρῳ τε ὄντι καὶ ὑπὸ τὴν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα αἵτε Χηλαὶ καὶ ὁ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου διαστάσεως καὶ ἐπειδήπερ οὐ πλεῖον δύο δωδεκατημορίων ὁ ἀστὴρ οὗτος ἐφ’ ἑκάτερα τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου. ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ οὐδέποτε πλεῖον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου διάστασιν ἐφ’ ἑκάτερα ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων τῶν φώτων, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου.