Ancient Greek
BIBAION Γ΄, ε΄. Περὶ γονέων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 6-15
Not analysed yet
ἐὰν δὲ τοῦτο μὲν μὴ ὑπάρχῃ, ὁ δὲ τοῦ Ἄρεως καθυπερτερήσῃ τὸν ἥλιον ἣ τὸν τοῦ Κρόνου ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς, ἢ καὶ αὐτὸς πάλιν ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν ἥλιον, ἀλλ’ ἤτοι τετράγωνος ἢ διάμετρος, ἀποκεκλικότες μὲν τῶν κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπίκεντροι δὲ ἢ ἐπαναφερόμενοι τοῖς κέντροις ὀλιγοχρονίους ἢ ἐπισινεῖς, ὀλιγοχρονίους μέν, ὅταν ἐν τοῖς πρώτοις ὦσι δυσὶ κέντροις τῷ τε ἀνατέλλοντι καὶ τῷ μεσουρανοῦντι καὶ ταῖς τούτων ἐπαναφοραῖς, ἐπισινεῖς δὲ ἢ ἐπινόσους, ὅταν ἐν τοῖς λοιποῖς δυσὶ κέντροις ὦσι τῷ τε δύνοντι καὶ τῷ ὑπογείῳ ἢ ταῖς τούτων ἐπαναφοραῖς.