Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, θ’. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 6-3
Not analysed yet
Τῶν δὲ περὶ τὸν Λέοντα οἱ μὲν ἐπὶ τῆς κεφαλῆς δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· δὲ ἐπὶ τῆς καρδίας λαμπρὸς καλούμενος δὲ Βασιλίσκος τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός· οἱ δὲ ἐν τῇ ὀσφύι καὶ 6 ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.