Ancient Greek
BIBAION Γ΄, δ’. Διαίρεσις γενεθλιαλογίας.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 7-10
Not analysed yet
δραστικώτατοι μὲν γάρ εἰσιν, ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις, καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς, κατὰ γένεσιν δέ, ὅταν ἐπὶ τῶν κέντρων ἣ τῶν ἐπαναφορῶν παροδεύωσι, καὶ μάλιστα τῶν πρώτων· λέγω δὲ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι δέ, ὅταν κοσμικῶς μὲν ἐν ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις, καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις ὦσι, κατὰ γένεσιν δέ, ὅταν ἀποκλίνωσι τῶν κέντρων·