Ancient Greek
7 to 8
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 7-6-8
Not analysed yet
καὶ θαλάσσας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάσσαις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων· πρὸς δὲ, τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας γινομένων ἤτοι ὑπὸ κάμπης ἀκρίδος ἢ κατακλυσμῶν ἢ ὑδάτων ὀμβρίων ἐπιφορᾶς ἢ χαλάζης ἢ τῶν τοιούτων, ὡς καὶ μέχρι λιμοῦ φθάνειν καὶ τῆς τοιαύτης ἀνθρώπων ἀπωλείας.