Ancient Greek
7 to 8
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 7-8-8
Not analysed yet
καὶ αἱ περὶ τοὺς ἀστέρας δὲ τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων φύσεσι. καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος σύνεγγυς ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. λαμπρότεροι μὲν γὰρ καὶ μείζονες ὁρώμενοι παρὰ τὰς συνήθεις φαντασίας εἰς ὁποιονδήποτε μέρος ὄντες τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσιν.