Ancient Greek
8 to 9
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 8-12-9
Not analysed yet
συνεργοῦσι δὲ ἑκάστῳ τούτων συσχηματισθέντες ὁ μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ δὲ σελήνη, καὶ μάλισθ’, ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι, καθόλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνώτερον καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δὲ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν. πάλιν δὲ καθόλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγόυ- μενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθενέστερα, δύνοντος δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δἐ κακουχιῶν καὶ συνοχῶν.