Ancient Greek
8 to 10
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 8-16-10
Not analysed yet
διαλύονται δὲ ἐκ τῶν τυχόντων καὶ ἀπαλ- λοτριοῦνται τέλεον, ὅταν αἱ προειρημέναι τῶν φώτων στάσεις ἢ ἐν ἀσυνδέτοις ζῳδίοις τύχωσιν ἢ ἐν διαμέτροις ἢ τετραγώνοις. κἂν μὲν τοὺς συμφώνονς τῶν φώ- των συσχηματισμοὺς οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων ἐπιθεωρήσωσιν ἡδείας καὶ προσηνεῖς καὶ ὀνησιφόρους τὰς διαμονὰς συντηροῦσιν, ἐὰν δὲ οἱ κακοποιοί, μαχίμους καὶ ἀηδεῖς καὶ ἐπιζημίους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαντες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦσιν ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε προσηνὲς καὶ τὸ φιλόστοργον.